Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.270 Joseph. AJ 4.276 (English) >>Joseph. AJ 4.281

4.274

Ἐὰν δέ τις χρυσίον ἀργύριον εὕρῃ καθʼ ὁδόν, ἐπιζητήσας τὸν ἀπολωλεκότα καὶ κηρύξας τὸν τόπον ἐν εὗρεν ἀποδότω, τὴν ἐκ τῆς ἑτέρου ζημίας ὠφέλειαν οὐκ ἀγαθὴν ὑπολαμβάνων. ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατʼ ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρʼ αὑτῷ φυλαττέτω μαρτυράμενος τὸν θεὸν μὴ νοσφίζεσθαι ἀλλότρια. 4.275

Μὴ ἐξεῖναι δὲ παριέναι κτηνῶν τινι κακοπαθούντων ὑπὸ χειμῶνος πεπτωκότων ἐν πηλῷ, συνδιασώζειν δὲ καὶ τὸν πόνον οἰκεῖον ἡγησάμενον βοηθεῖν. 4.276

Μηνύειν δὲ καὶ τὰς ὁδοὺς τοῖς ἀγνοοῦσι, καὶ μὴ γέλωτα θηρωμένους αὑτοῖς ἐμποδίζειν πλάνῃ τὴν ἑτέρου χρείαν.

Ὁμοίως μηδὲ βλασφημείτω τις τὸν ἀπόντα καὶ τὸν ἐνεόν. 4.277

Ἐν μάχῃ τις ὅπου μὴ σίδηρος πληγεὶς παραχρῆμα μὲν ἀποθανὼν ἐκδικείσθω ταὐτὸν παθόντος τοῦ πεπληχότος. ἂν δὲ κομισθεὶς παρʼ ἑαυτὸν καὶ νοσήσας ἐπὶ πλείονας ἡμέρας ἔπειτʼ ἀποθάνῃ, ἀθῷος ἔστω πλήξας, σωθέντος δὲ καὶ πολλὰ δαπανήσαντος εἰς τὴν νοσηλείαν ἀποτινέτω πάνθʼ ὅσα παρὰ τὸν χρόνον τῆς κατακλίσεως ἀνάλωσε καὶ ὅσα τοῖς ἰατροῖς ἔδωκεν. 4.278 γυναῖκα λακτίσας ἔγκυον, ἂν μὲν ἐξαμβλώσῃ γυνὴ ζημιούσθω χρήμασιν ὑπὸ τῶν δικαστῶν ὡς παρὰ τὸ διαφθαρὲν ἐν τῇ γαστρὶ μειώσας τὸ πλῆθος, διδόσθω δὲ καὶ τῷ ἀνδρὶ τῆς γυναικὸς παρʼ αὐτοῦ χρήματα· θνησκούσης δʼ ἐκ τῆς πληγῆς καὶ αὐτὸς ἀποθνησκέτω ψυχὴν ἀντὶ ψυχῆς καταθέσθαι δικαιοῦντος τοῦ νόμου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.270 Joseph. AJ 4.276 (English) >>Joseph. AJ 4.281

Powered by PhiloLogic